Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.74 Dem. 23.77 (English) >>Dem. 23.80

23.76τέταρτον τοίνυν ἄλλο πρὸς τούτοις τοὐπὶ Πρυτανείῳ. τοῦτο δʼ ἐστὶ τί; ἐὰν λίθος ξύλον σίδηρος τι τοιοῦτον ἐμπεσὸν πατάξῃ, καὶ τὸν μὲν βαλόντʼ ἀγνοῇ τις, αὐτὸ δʼ εἰδῇ καὶ ἔχῃ τὸ τὸν φόνον εἰργασμένον, τούτοις ἐνταῦθα λαγχάνεται. εἰ τοίνυν τῶν ἀψύχων καὶ μὴ μετεχόντων τοῦ φρονεῖν οὐδέν ἐσθʼ ὅσιον, τοιαύτην ἔχον αἰτίαν, ἐᾶν ἄκριτον, που τόν γʼ ἀδικοῦντα μὲν οὐδέν, ἐὰν τύχῃ, θήσω δʼ ἀδικοῦντα, ἀλλʼ ἄνθρωπόν γʼ ὄντα καὶ μετειληφότα τῇ τύχῃ τῆς αὐτῆς ἡμῖν φύσεως, ἀνόσιον καὶ δεινὸν ἄνευ λόγου καὶ ψήφου ποιεῖν ἔκδοτον ἐπʼ αἰτίᾳ τοιαύτῃ.

23.77ἔτι τοίνυν πέμπτον δικαστήριον ἄλλο θεάσασθʼ οἷον ὑπερβέβηκε, τὸ ἐν Φρεαττοῖ. ἐνταῦθα γάρ, ἄνδρες Ἀθηναῖοι, κελεύει δίκας ὑπέχειν νόμος, “ἐάν τις ἐπʼ ἀκουσίῳ φόνῳ πεφευγώς, μήπω τῶν ἐκβαλλόντων αὐτὸν ᾐδεσμένων, αἰτίαν ἔχῃ ἑτέρου φόνου ἑκουσίου.” καὶ οὐχ, ὅτι δεῦρʼ οὐχ οἷόν τʼ ἐλθεῖν αὐτῷ, παρεῖδεν αὐτὸν ταῦθʼ ἕκαστα τάξας, οὐδʼ, ὅτι καὶ πρότερόν τι τοιοῦτον ἐποίησε, καὶ δὴ τὴν ὁμοίαν ἐποιήσατο πιστὴν αἰτίαν κατʼ αὐτοῦ, 23.78ἀλλὰ τό τʼ εὐσεβὲς εὗρεν ὅπως ἔσται, κἀκεῖνον οὐκ ἀπεστέρησε λόγου καὶ κρίσεως. τί οὖν ἐποίησεν; ἤγαγε τοὺς δικάσοντας οἷ προσελθεῖν οἷόν τʼ ἐκείνῳ, τῆς χώρας ἀποδείξας τόπον τινʼ ἐν Φρεαττοῖ καλούμενον ἐπὶ θαλάττῃ. εἶθʼ μὲν ἐν πλοίῳ προσπλεύσας λέγει τῆς γῆς οὐχ ἁπτόμενος, οἱ δʼ ἀκροῶνται καὶ δικάζουσιν ἐν τῇ γῇ· κἂν μὲν ἁλῷ, τὴν ἐπὶ τοῖς ἑκουσίοις φόνοις δίκην ἔδωκε δικαίως, ἂν δʼ ἀποφύγῃ, ταύτης μὲν ἀθῷος ἀφίεται, τὴν δʼ ἐπὶ τῷ πρότερον φόνῳ φυγὴν ὑπέχει.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.74 Dem. 23.77 (English) >>Dem. 23.80

Powered by PhiloLogic